Συνολικές προβολές σελίδας

Τρίτη, 28 Νοεμβρίου 2017

ΑΠΟΛΥΤΙΚΙΑ ΚΟΝΤΑΚΙΟΝ ΚΑΙ ΜΕΓΑΛΥΝΑΡΙΟΝ τοῦ Ὁσίου καὶ Θεοφόρου πατρός ἡμῶν Ἰακώβου τοῦ ἐν Εὐβοίᾳ συντεθέντα ὑπὸ τοῦ Σεβ. Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας κ.κ. Ἰωήλ.

Ο Σεβασμιώτατος Μητροπολίτης Εδέσσης, Πέλλης και Αλμωπίας κ.κ. Ιωήλ συνέθεσε ακολουθία του Αγίου Ιακώβου, από την οποία με την ευλογία του δημοσιεύουμε για πρώτη φορά τα Απολυτίκια, το Κοντάκιον και το Μεγαλυνάριον. Εντός των ημερών θα
δημοσιευθεί ηλεκτρονικά και ολόκληρη η ακολουθία

ΑΠΟΛΥΤΙΚΙΑ ΚΟΝΤΑΚΙΟΝ ΚΑΙ ΜΕΓΑΛΥΝΑΡΙΟΝ
τοῦ Ὁσίου καὶ Θεοφόρου πατρός ἡμῶν Ἰακώβου τοῦ ἐν Εὐβοίᾳ 
συντεθέντα ὑπὸ τοῦ Σεβ. Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας κ.κ. Ἰωήλ.

Σχετική εικόνα
Ἀπολυτίκιον. 
Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα, σὲ παραστάτην, ἡ πολύφημος νῆσος Εὐβοίας, καὶ τοῦ ὁσίου Δαυΐδ ἐπαγάλλεται,
ἡ θεία Μάνδρα τὸν τάφον σου ἔχουσα, θεοχαρίτωτε πάτερ Ἰάκωβε, σὺ γὰρ χάριτας, βλυστάνεις ἡμῖν ἑκάστοτε, ὡς ῥεῦμα Παρακλήτου ἀνεπίσχετον.

Ἕτερον. 
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐβοίας τὸν ἔφορον, καὶ κοινοβίου Δαυΐδ, σεπτὸν προεξάρχοντα, καὶ τοῦ λαοῦ ποδηγόν, Ἰάκωβον ὅσιον, δεῦτε ἐν εὐφροσύνῃ, καταστέψωμεν ὕμνοις, οὗτος γὰρ ἐντυγχάνει, τῷ Χριστῷ ὑπὲρ πάντων, παρέχει δὲ τοῖς ἀνθρώποις, χάριν καὶ ἔλεος.

Ἀπολυτίκιον ψαλλόμενον πρωτίστως ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ὁσίου Δαυΐδ.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν ὁσίων Πατέρων τὰ κατορθώματα, ἐν ἐσχάτοις τοῖς χρόνοις ζηλώσας ἅγιε, ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε, ἐν τῇ μάνδρᾳ τοῦ Δαυΐδ, τοῦ προστάτου σου σεμνέ, ποιμάνας ταύτην ἐνθέως, διὸ σὺν τούτῳ μὴ παύσῃ, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

Κοντάκιον. 
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὸν σεμνὸν ἡγούμενον, τῶν μοναζόντων Πατέρων, καὶ Δαυῒδ διάδοχον, ἐν τῇ Μονῇ τῆς Εὐβοίας, λάμψαντα, καθάπερ ἄστρον ἐν Ἐκκλησίᾳ, λόγοις τε καὶ εὐσεβεῖ βιοτῇ ἐν πίστει, ἐπαινοῦμεν ἐκβοῶντες, χαίροις θεόφρον Ἰάκωβε ὅσιε.

Μεγαλυνάριον.
Χαίροις τῆς Εὐβοίας ὁ στολισμός, καὶ ποιμὴν τῆς Μάνδρας, τοῦ ὁσίου πατρὸς Δαυΐδ. Χαίροις ὀρθοδόξων, ὁ βοηθὸς ἐν πᾶσι, Ἰάκωβε παμμάκαρ, ἡμῶν τὸ καύχημα.